Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 6

[6] τοῦ μὲν οὖν ληρεῖν αἴτιον ἡ ἐπιζήμιος ἀπαιδευσία—λέγω δ’ οὐ τὴν παιδείας ἀνεπιστημοσύνην, ἀλλὰ τὴν πρὸς αὐτὴν ἀλλοτρίωσιν—, τοῦ δ’ ἀναισθητεῖν ἡ ἐπίβουλος καὶ πηρὸς ἄγνοια, ἀπληστίας δὲ ἡ ἀργαλεωτάτη παθῶν ψυχῆς ἐπιθυμία, εὐφροσύνης δὲ κτῆσις ὁμοῦ καὶ χρῆσις ἀρετῆς, γυμνότητος μέντοι πολλά, ἄγνοια τῶν ἐναντίων, ἀκακία καὶ ἀφέλεια ἠθῶν, ἀλήθεια ἡ τὰ τῶν συνεσκιασμένων πραγμάτων ἀνακαλυπτήρια ἄγουσα δύναμις, τῇ μὲν ἀπαμπίσχουσα ἀρετήν, τῇ δὲ κακίαν ἐν μέρει· ἅμα μὲν γὰρ οὐχ