[52] διὰ τοῦτ’ [15] [16] οἶμαί φησι· „συντέλεσον τὰ ἕβδομα ταύτης“ (Gen. 29, 27), ἴσον τῷ [M.365] μὴ ἀτελεύτητον ἔστω σοι τὸ τῆς ψυχῆς ἀγαθόν, ἀλλ’ ὅρον ἐχέτω καὶ πέρας, ἵνα καὶ τῇ νεωτέρᾳ τάξει τῶν ἀγαθῶν ἐντύχῃς, ἣν σώματος κάλλος καὶ δόξα καὶ πλοῦτος καὶ τὰ ὁμοιότροπα κεκλήρωται.