[37] Μωυσέως γὰρ τοῦ σοφοῦ τὸν λεὼν ἅπαντα τῆς ψυχῆς πρὸς εὐσέβειαν καὶ τιμὴν θεοῦ μετακαλοῦντος καὶ τάς τε προστάξεις καὶ τοὺς ἱερωτάτους νόμους ἀναδιδάσκοντος — φησὶ γὰρ ὅτι „ἐπειδὰν γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρὸς μέ, διακρίνω ἕκαστον καὶ συμβιβάζω τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ“ (Exod. 18, 16) —, παρελθὼν ὁ δοκησίσοφος Ἰοθόρ, τῶν μὲν θείων ἀμύητος ἀγαθῶν, τοῖς δὲ ἀνθρωπείοις καὶ φθαρτοῖς μάλιστ’ ἐνωμιληκὼς δημαγωγεῖ καὶ νόμους ἐναντίους τοῖς τῆς φύσεως ἀναγράφει, πρὸς τὸ δοκεῖν ἀφορῶν ἐκείνων ἀναφερομένων πρὸς τὸ εἶναι.