[25] τὸν δὲ κομίζοντα τὰς συμβολὰς καὶ ταύτῃ μάλιστ’ ἄν τις αἰτιάσαιτο, ὅτι οὐ μόνον ἀδικεῖν, ἀλλὰ καὶ συναδικεῖν ἔγνωκεν ἑτέροις ἀξιῶν τὰ μὲν αὐτὸς εἰσηγεῖσθαι, τὰ δ’ εἰσηγουμένων ἄλλων [7] [8] ἀκροᾶσθαι, ὅπως καὶ φύσει καὶ μαθήσει διαμαρτάνων μηδεμίαν εἰς σωτηρίαν ὑπολείπηται χρηστὴν ἐλπίδα ἑαυτῷ, καὶ ταῦτα νόμου διειρηκότος "μὴ γίνεσθαι μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23,2)·