Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 222

[222] ἀλλὰ καὶ τότε ὅμως ἡ ἄπληστος ἐν αὐτοῖς ὄρεξις ὥσπερ ἔτι λιμώττουσα μαιμάζει· „ἐκ γὰρ τῆς ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν„ ᾧ φησι Μωυσῆς „καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος“ (Deut. 32,32.33)· Σόδομα μέντοι στείρωσις καὶ τύφλωσις ἑρμηνεύεται, ἀμπέλῳ δὲ καὶ τοῖς ἐξ αὐτῆς γινομένοις ἀπεικάζει τοὺς οἰνοφλυγίας καὶ λαιμαργίας καὶ τῶν αἰσχίστων ἡδονῶν ἥττους.