Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 22

[22] ἰδεῖν μέντοι καὶ τοὺς ἐπαποδυομένους πολυοινίᾳ καὶ καθ’ ἑκάστην ἡμέραν γυμναζομένους καὶ ἀθλοῦντας τοὺς ἐπ’ ἀπληστίᾳ γαστρὸς ἄθλους ἔστι συμβολὰς μὲν ὡς ἐπί τινι τῶν λυσιτελῶν εἰσφέροντας, ζημιουμένους δὲ πάντα, χρήματα, σώματα, ψυχάς· τὰ μὲν γὰρ εἰσφέροντες μειοῦσι τὴν οὐσίαν, τῶν δὲ σωμάτων διὰ τὸ ἁβροδίαιτον κατακλῶσι καὶ θρύπτουσι τὰς δυνάμεις, τὰς δὲ ψυχὰς ποταμοῦ χειμάρρου τρόπον ἀμετρίᾳ τροφῶν ἐπικλύζοντες εἰς βυθὸν ἀναγκάζουσι δύεσθαι.