Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 219

[219] ἰχθύας δὲ καὶ ὄρνεις καὶ τὰ παραπλήσια ποικίλως ἀρτῦσαι καὶ κατασκευάσαι καὶ ὅσα ἄλλα ὄψα | ἡδῦναι περιττοὶ τὴν ἐπιστήμην εἰσὶν εὐτρεπεῖς ὀψαρτυταί, μυρία χωρὶς ὧν ἤκουσαν ἢ εἶδον ἄλλ’ ἐκ τῆς συνεχοῦς μελέτης καὶ τριβῆς τῶν εἰς ἁβροδίαιτον καὶ τεθρυμμένον τὸν ἀβίωτον βίον ἐπινοῆσαι δεινοί.