[192] [cap.47] τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον εὐήθειαν ἢ προπέτειαν ἢ ἀλαζονείαν ἄξιον καταγινώσκειν τῶν ἢ ὁμολογεῖν ἢ ἀρνεῖσθαι περὶ παντὸς οὑτινοσοῦν ῥᾳδίως ὑπομενόντων. εἰ μὲν γὰρ αἱ ἁπλαῖ δυνάμεις ἐκποδών, αἱ δὲ μικταὶ καὶ ἐκ πλειόνων συνηρανισμέναι προῦπτοι, ἀμήχανον δὲ καὶ τὰς ἀοράτους ἰδεῖν καὶ διὰ τῶν κεκραμένων τὸν ἑκάστης τῶν συνερανισθεισῶν τύπον ἰδίᾳ κατανοῆσαι, τί ἂν εἴη λοιπὸν ἢ τὸ ἐπέχειν [ἀναγκαῖον];