[179] οὐ γὰρ τὰ αὐτὰ ὑγιαίνουσι καὶ νοσοῦσι προσπίπτειν φιλεῖ, οὐδὲ ἐγρηγορόσι καὶ κοιμωμένοις, οὐδὲ ἡβῶσι καὶ γεγηρακόσι· καὶ ἑστὼς [57] [58] μέντοι καὶ κινούμενός τις ἑτέρας ἔλαβε φαντασίας, καὶ θαρρῶν καὶ δεδιὼς ἔμπαλιν, ἔτι μέντοι λυπούμενός τε καὶ χαίρων, καὶ φιλῶν καὶ τοὐναντίον μισῶν. καὶ τί δεῖ μακρηγοροῦντα περὶ τούτων ἐνοχλεῖν;