Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 174

[174] φασὶ μέντοι καὶ ἐν Σκύθαις τοῖς [M.384] καλουμένοις Γελώοις θαυμασιώτατόν τι γίνεσθαι σπανίως μέν, γίνεσθαι δ’ ὅμως θηρίον, ὃ καλεῖται τάρανδρος, μέγεθος μὲν βοὸς οὐκ ἀποδέον, ἐλάφῳ δὲ τὸν τοῦ προσώπου τύπον ἐμφερέστατον· λόγος ἔχει τοῦτο μεταβάλλειν ἀεὶ τὰς τρίχας πρός τε τὰ χωρία καὶ τὰ δένδρα καὶ πάνθ’ ἁπλῶς οἷς ἂν ἐγγὺς ἱστῆται, ὡς διὰ τὴν τῆς χρόας ὁμοιότητα λανθάνειν [55] [56] τοὺς ἐντυγχάνοντας καὶ ταύτῃ μᾶλλον ἢ τῇ περὶ σῶμα ἀλκῇ δυσθήρατον εἶναι.