Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 142

[142] παρεμφαίνει δέ τι καὶ τοιοῦτον· τὸ πρὸς ἀλήθειαν νόμιμον εὐθύς ἐστιν αἰώνιον, ἐπεὶ καὶ ὁ ὀρθὸς λόγος, ὃς δὴ νόμος ἐστίν, οὐ φθαρτός· καὶ γὰρ αὖ τοὐναντίον ⟨τὸ⟩ παράνομον ἐφήμερόν τε καὶ εὐδιάλυτον ἐξ ἑαυτοῦ παρὰ τοῖς εὖ φρονοῦσιν ἀνωμολόγηται.