[139] τὴν δὲ „σκηνὴν μαρτυρίου“ καλεῖ πολλάκις, ἤτοι παρόσον ὁ ἀψευδὴς θεὸς ἀρετῆς ἐστι μάρτυς, ᾧ καλὸν καὶ σύμφορον προσέχειν, ἢ παρόσον ἡ ἀρετὴ βεβαιότητα ταῖς ψυχαῖς ἐντίθησι τοὺς ἐνδοιάζοντας καὶ ἐπαμφοτερίζοντας λογισμοὺς ἀνὰ κράτος ἐκτέμνουσα καὶ ὥσπερ ἐν δικαστηρίῳ [M.379] τῷ βίῳ τἀληθὲς ἀνακαλύπτουσα.