Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 135

[135] ἡ δὲ σκηνὴ καὶ τὰ ἐν αὐτῇ πάντα ἀθέατα, οὐχὶ τῷ μόνον ἐσωτάτω καὶ ἐν ἀδύτοις ἱδρῦσθαι, ἀλλὰ καὶ τῷ τὸν προσαψάμενον ἢ διὰ περιεργίαν ὀφθαλμῶν ἰδόντα ἀπαραιτήτῳ δίκῃ θανάτου κατὰ πρόσταξιν νόμου κολάζεσθαι, πλὴν εἰ μή τις ὁλόκληρος καὶ παντελὴς εἴη, περὶ μηδέν, μὴ μέγα, μὴ μικρόν, ἁπλῶς κηραίνων πάθος, ἀλλ’ ἀρτίῳ καὶ πλήρει καὶ πάντα τελειοτάτῃ κεχρημένος τῇ φύσει.