[13] οὕτως γοῦν κατὰ ἀναγώγων καὶ ἀπαιδεύτων ὁ νομοθέτης φονᾷ, ὡς κατ’ οὐδενὸς ἴσως ἑτέρου. τεκμήριον δέ· τίνες εἰσὶν οἱ μὴ ἐπιτηδεύσει μᾶλλον ἢ φύσει σύμμαχοι παρά τε ἀνθρώποις καὶ ἐν τοῖς ἄλλοις γένεσι τῶν ζῴων; ἀλλ’ οὐδὲ μανεὶς ἑτέρους ἂν εἴποι τις ἢ τοὺς τοκέας εἶναι· κήδεται γὰρ ἀδιδάκτῳ τῇ φύσει τὸ πεποιηκὸς αἰεὶ τοῦ γενομένου, καὶ σωτηρίας