Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 129

[129] ἀνάγκη γάρ ἐστιν ἢ ἀρρηφοροῦντα αὐτὸν εἰς τὴν σκηνὴν εἰσιέναι τὰς ἀοράτους ἐπιτελέσοντα τελετὰς ἢ τῷ βωμῷ προσιόντα θυσίας ὑπέρ τε τῶν ἰδίων καὶ κοινῶν χαριστηρίους ἀναγαγεῖν· νήψεως δὲ καὶ περιττῆς ἀγχινοίας ταῦτα δεῖται.