Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 126

[126] τελεσφορηθεισῶν δέ σοι τῶν εὐχῶν ἰδιώτης μὲν ἔτι μένειν οὐκ ἂν δύναιο, τὴν δὲ μεγίστην ἡγεμονιῶν ἀρχήν, ἱερωσύνην, κτήσῃ. σχεδὸν γὰρ ἱερέων καὶ θεραπευτῶν θεοῦ μόνων τὸ ἔργον [M.377] νηφάλια θύειν, οἴνου καὶ παντὸς ὃ τοῦ ληρεῖν αἴτιον βεβαιότητι διανοίας κατεξανισταμένων·