Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 121

[121] οἱ μὲν οὖν κατ’ ἰσχὺν καὶ δύναμιν ἔξαρχοι καὶ ἡγεμόνες τοῦ τὸν ἐπινίκιον καὶ εὐχαριστικὸν ὕμνον ᾄδοντος χοροῦ οἱ λεχθέντες εἰσίν, οἱ δὲ κατὰ τροπὴν καὶ ἀσθένειαν τοῦ τὸν ἐφ’ ἥτταις θρῆνον σφαδάζοντος [36] [37] ἕτεροι, οὓς οὐ κακίζειν μᾶλλον ἢ οἰκτίζεσθαι χρὴ καθάπερ τοὺς τὰ σώματα ἐκ φύσεως ἐπικήρως ἔχοντας, οἷς καὶ ἡ τυχοῦσα νόσου πρόφασις μέγα ἐμπόδιον πρὸς τὸ σῴζεσθαι.