Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 11

[11] [cap.3] Τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς γραφῆς ἀρκούντως λέλεκται, τὰς δ’ ἀποδείξεις ἑκάστων προσαποδώσομεν, ἀπὸ τοῦ πρώτου πρῶτον ἀρξάμενοι διδάσκειν· τὴν τοίνυν ἀπαιδευσίαν ⟨τοῦ⟩ [M.359] ληρεῖν καὶ ἁμαρτάνειν αἰτίαν ἔφαμεν εἶναι καθάπερ μυρίοις τῶν ἀφρόνων τὸν πολὺν ἄκρατον.