Pular para o conteúdo

De ebrietate

Philo of Alexandria · Parte 109

[109] παρὸ καὶ θεοπλαστεῖν ἀρξάμενος ἀγαλμάτων καὶ ξοάνων καὶ ἄλλων μυρίων ἀφιδρυμάτων ὕλαις διαφόροις τετεχνιτευμένων κατέπλησε τὴν οἰκουμένην, γραφεῦσι καὶ πλάσταις, οὓς ὑπερορίους ὁ νομοθέτης τῆς κατ’ αὐτὸν πολιτείας ἤλασεν, ἆθλά τε μεγάλα καὶ τιμὰς ὑπερβαλλούσας ἰδίᾳ τε καὶ κοινῇ ψηφισάμενος, ⟨καὶ⟩ κατειργάσατο τοὐναντίον οὗ προσεδόκησεν, ἀντὶ ὁσιότητος ἀσέβειαν·