Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 86

[86] τὸ γὰρ πρᾶγμα οὐ μικρόν, εἰ καὶ τῷ ἔθει καταφρονεῖται. μαρτυρία γάρ ἐστι θεοῦ περὶ πραγμάτων ἀμφισβητουμένων ὅρκος· μάρτυρα δὲ καλεῖν ἐπὶ ψεύδει θεὸν ἀνοσιώτατον. ἴθι γάρ, εἰ βούλει, τῷ λόγῳ διάκυψον εἰς τὴν τοῦ μέλλοντος ὀμνύναι διάνοιαν ἐπὶ ψεύδει· θεάσῃ γὰρ αὐτὴν οὐκ ἠρεμοῦσαν, ἀλλὰ θορύβου καὶ ταραχῆς μεστήν, κατηγορουμένην καὶ πάσας ὕβρεις καὶ βλασφημίας ὑπομένουσαν.