Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 82

[82] [cap.17] Διειλεγμένοι καὶ περὶ τῆς δευτέρας παραινέσεως ὅσα οἷόν τε ἦν, τὴν ἑπομένην κατὰ τὸ ἑξῆς ἀκριβώσωμεν· ἔστι δὲ μὴ λαμβάνειν ὄνομα θεοῦ ἐπὶ ματαίῳ (Exod. 20, 7). τὰ μὲν οὖν τῆς τάξεως γνώριμα τοῖς τὴν διάνοιαν ὀξυδορκοῦσιν· ὄνομα γὰρ ἀεὶ δεύτερον ὑποκειμένου πράγματος, σκιᾷ παραπλήσιον, ἣ παρέπεται σώματι.