Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 80

[80] ὧν τί ἂν γένοιτο καταγελαστότερον; καὶ δὴ τῶν ξένων οἱ πρῶτον εἰς Αἴγυπτον ἀφικόμενοι, πρὶν τὸν ἐγχώριον τῦφον εἰσοικίσασθαι ταῖς διανοίαις, ἐκθνῄσκουσι χλευάζοντες· ὅσοι δὲ παιδείας ὀρθῆς ἐγεύσαντο, τὴν ἐπ’ ἀσέμνοις πράγμασι σεμνοποιίαν καταπλαγέντες οἰκτίζονται τοὺς χρωμένους, ἀθλιωτέρους, ὅπερ εἰκός, ὑπολαμβάνοντες εἶναι τῶν τιμωμένων, μεταβεβληκότας εἰς ἐκεῖνα τὰς ψυχάς, ὡς ἀνθρωποειδῆ θηρία περινοστεῖν δοκεῖν.