Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 8

[8] οὓς εὐθυβόλως αἱ ἱεραὶ γραφαὶ τοῖς ἐκ πόρνης γεγονόσιν ἀπεικάζουσιν· ὡς γὰρ οὗτοι πάντας, ὅσους ἐραστὰς ἔσχεν ἡ μήτηρ, ἐπιγράφονται πατέρας ἑνὸς ἀγνοίᾳ τοῦ φύσει, οὕτω καὶ οἱ κατὰ πόλεις οὐκ εἰδότες τὸν ὄντα ὄντως ἀληθῆ θεὸν μυρία πλήθη ψευδωνύμων ἐκτεθειώκασιν.