Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 71

[71] καὶ οἱ [21] [22] μὲν τεχνῖται πολλάκις ἄποροι καὶ ἄδοξοι κατεγήρασαν ἀτυχίαις ἐπαλλήλοις ἐναποθανόντες, τὰ δὲ τεχνιτευθέντα πορφύρᾳ καὶ χρυσῷ καὶ ταῖς ἄλλαις πολυτελείαις, ἃς πλοῦτος χορηγεῖ, σεμνοποιεῖται καὶ θεραπεύεται, οὐ πρὸς ἐλευθέρων μόνον ἀλλὰ καὶ εὐπατριδῶν καὶ τὸ σῶμα καλλίστων· ἱερέων γὰρ καὶ τὸ γένος ἐξετάζεται μετὰ πάσης ἀκριβείας, εἰ ἀνεπίληπτον, καὶ ἡ κοινωνία τῶν τοῦ σώματος μερῶν, εἰ σύμπασα ὁλόκληρος.