[68] καί μοι δοκοῦσι τῶν τὰς τοῦ σώματος ὄψεις πεπηρωμένων ἀθλιώτερον ζῆν· ἐκεῖνοι μὲν γὰρ ἀκουσίως ἐβλάβησαν ἢ νόσον ὀφθαλμῶν χαλεπὴν ὑποστάντες ἢ πρὸς ἐχθρῶν ἐπιβουλευθέντες, οἱ δ’ ἑκουσίῳ γνώμῃ τὸ τῆς ψυχῆς ὄμμα οὐκ ἠμαύρωσαν μόνον ἀλλὰ καὶ παντελῶς ἀποβαλεῖν ἠξίωσαν.