[52] Ἐπισκεπτέον δὲ μετὰ πάσης ἀκριβείας τῶν λογίων ἕκαστον μηδὲν πάρεργον αὐτῶν ποιουμένους. ἀρχὴ δ’ ἀρίστη πάντων μὲν τῶν ὄντων θεός, ἀρετῶν δ’ εὐσέβεια· περὶ ὧν ἀναγκαιότατον πρῶτον διεξελθεῖν. πλάνος τις οὐ μικρὸς τὸ πλεῖστον τῶν ἀνθρώπων γένος κατέσχηκε περὶ πράγματος, ὅπερ ἢ μόνον ἢ μάλιστα ἦν εἰκὸς ἀπλανέστατον ταῖς ἑκάστων διανοίαις ἐνιδρῦσθαι.