[4] ἐν πόλεσιν οὖν καὶ ὁ πάντων ἐπιβουλότατος φύεται τῦφος, ὅν τινες τεθήπασι καὶ προσκυνοῦσι τὰς κενὰς δόξας [1] [2] σεμνοποιοῦντες διὰ χρυσῶν στεφάνων καὶ ἁλουργίδων καὶ πλήθους θεραπόντων καὶ ὀχημάτων, ἐφ’ ὧν οἱ λεγόμενοι μακάριοι καὶ εὐδαίμονες μετέωροι φέρονται, τοτὲ μὲν ὀρεῖς ἢ ἵππους καταζευγνύντες τοτὲ δὲ καὶ ἀνθρώπους, οἳ τὰ φορεῖα κατὰ τῶν αὐχένων ἀχθοφοροῦσι τὴν ψυχὴν