[37] λεκτέον οὖν ἓν μέν, ὅτι βούλεται κάλλιστον ἀναδιδάξαι μάθημα τοὺς ἐντυγχάνοντας ταῖς ἱεραῖς γραφαῖς, ὡς ἄρα καθ’ αὑτὸν εἷς ἕκαστος, ὅταν ᾖ νόμιμος καὶ θεῷ καταπειθής, ἰσότιμός ἐστιν ὅλῳ ἔθνει πολυανθρωποτάτῳ, μᾶλλον δὲ καὶ πᾶσιν ἔθνεσιν, εἰ δὲ δεῖ περαιτέρω προελθόντα εἰπεῖν, καὶ παντὶ τῷ κόσμῳ.