Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 20

[20] λέξω δ’, ὡς ἂν οἷός τε ὦ, περὶ ἑκατέρων καὶ πρότερόν γε τῶν κεφαλαιωδεστέρων· [7] ὧν εὐθέως ἄξιον θαυμάσαι τὸν ἀριθμὸν δεκάδι τῇ παντελείᾳ περατουμένων, ἣ πάσας μὲν ἀριθμῶν διαφορὰς ἀρτίων καὶ περιττῶν καὶ ἀρτιοπερίττων, ἀρτίων μὲν δυοῖν, περιττῶν δὲ τριῶν, ἀρτιοπερίττων δὲ πέντε, πάσας δὲ λόγων τῶν ἐν ἀριθμοῖς πολυπλασίων καὶ ἐπιμερῶν καὶ ὑποεπιμερῶν περιέχει, πάσας δ’ ἀναλογίας,