Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 173

[173] πέμπτον δὲ τὸ ἀνεῖργον τὴν τῶν ἀδικημάτων πηγήν, ἐπιθυμίαν, ἀφ’ ἧς ῥέουσιν αἱ παρανομώταται πράξεις, ἴδιαι καὶ κοιναί, μικραὶ καὶ μεγάλαι, ἱεραὶ κὼ βέβηλοι, περί τε σώματα καὶ ψυχὰς καὶ τὰ λεγόμενα ἐκτός· διαφεύγει γὰρ οὐδέν, ὡς καὶ πρότερον ἐλέχθη, τὴν ἐπιθυμίαν, ἀλλ’ οἷα φλὸξ ἐν ὕλη νέμεται δαπανῶσα πάντα καὶ φθείρουσα.