Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 143

[143] τί δ’ ἐστὶν ὃ λέγω; τοῦ παρόντος καὶ νομισθέντος ἀγαθοῦ φαντασία διεγείρει καὶ διανίστησι τὴν ψυχὴν ἠρεμοῦσαν καὶ σφόδρα μετέωρον ἐξαίρει καθάπερ ὀφθαλμοὺς φῶς ἀναστράψαν· καλεῖται δὲ τουτὶ τὸ πάθος αὐτῆς ἡδονή.