Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 140

[140] προσεξεργάζονται δὲ καὶ τρίτον παρανόμημα τῶν προτέρων ἀργαλεώτερον· ὅταν γὰρ σπάνις ἀποδείξεων ᾖ διὰ λόγων ἢ διὰ γραμμάτων, ἐπὶ μάρτυρας καταφεύγουσιν οἱ τὰς ἀμφισβητήσεις ἔχοντες, ὧν τὰ ῥήματα κανόνες εἰσὶ τοῖς δικασταῖς περὶ ὧν μέλλουσιν ἀποφαίνεσθαι· μόνοις γὰρ τούτοις ἐπανέχειν ἀνάγκη, μηδενὸς ὄντος ἑτέρου τῶν εἰς ἔλεγχον· ἐξ οὗ συμβαίνει, τοὺς μὲν καταμαρτυρουμένους ἀδικεῖσθαι νικᾶν δυναμένους, τοὺς δὲ προσέχοντας δικαστὰς ἀδίκους καὶ παρανόμους ψήφους ἀντὶ νομίμων καὶ δικαίων γράφειν.