[138] [cap.27] Κλέπτειν δ’ ἀπειπὼν ἑξῆς ψευδομαρτυρεῖν ἀπαγορεύει, πολλοῖς καὶ μεγάλοις καὶ πᾶσι χαλεποῖς τοὺς ψευδομάρτυρας ἐνόχους εἰδώς. [44] [45] τὸ μὲν γὰρ πρῶτον φθείρουσι τὴν σεμνὴν ἀλήθειαν, ἧς οὐκ ἔστιν ἐν βίῳ κτῆμα ἱερώτερον, ἡλίου τρόπον φῶς τοῖς πράγμασι περιτιθείσης, ἵνα μηδὲν αὐτῶν ἐπισκιάζηται.