Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 133

[133] ἴστω μέντοι καὶ ἱεροσυλίας ἔνοχος ὢν τὸ ἱερώτατον τῶν τοῦ θεοῦ κτημάτων σεσυληκώς· τί γὰρ σεμνότερον ἢ ἁγιώτερον ἀνάθημα ἀνθρώπου; χρυσὸς μὲν καὶ ἄργυρος καὶ λίθοι πολυτελεῖς καὶ ὅσαι ἄλλαι τιμαλφέσταται [42] [43] ὗλαι κόσμος οἰκοδομημάτων ἐστίν, ἄψυχος ἀψύχων·