Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 123

[123] ἔπειτ’ ἀναπείθει τὸν μοιχὸν οὐκ ἀδικεῖν μόνον ἀλλὰ καὶ διδάσκειν συναδικεῖν ἐν ἀκοινωνήτοις πράγμασι κοινωνίαν τιθέμενον· οἴστρου γὰρ τοῦ] κατασχόντος, ἀμήχανον λαβεῖν τέλος δι’ ἑνὸς μόνου τὰς ὀρέξεις, ἀλλὰ δεῖ πάντως δύο κοινοπραγῆσαι, τὸν μὲν ὑφηγητοῦ τὸν δὲ γνωρίμου τάξιν λαβόντα, πρὸς ἀκρασίας καὶ λαγνείας βεβαίωσιν, αἰσχίστων κακῶν.