Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 119

[119] εὐσέβειαν δὲ καὶ ὁσιότητα, τὰς ἀρετῶν ἡγεμονίδας, ἀρά γ’ ἐντὸς ὅρων ἔχουσι τῶν ψυχῶν; ὑπερορίους μὲν οὖν ἀπεληλάκασι καὶ πεφυγαδεύκασι· θεοῦ γὰρ ὑπηρέται πρὸς [M.201] τέκνων σπορὰν οἱ γονεῖς· ὁ δ’ ὑπηρέτην ἀτιμάζων συνατιμάζει καὶ τὸν ἄρχοντα.