[109] οἱ δ’ οὐδὲν ἔξω τῶν πρὸς ἀνθρώπους δικαιωμάτων ἀγαθὸν ὑποτοπήσαντες εἶναι μόνην τὴν πρὸς ἀνθρώπους ὁμιλίαν ἠσπάσαντο, τῶν τε ἀγαθῶν τὴν χρῆσιν ἐξ ἴσου πᾶσι παρέχοντες διὰ κοινωνίας ἵμερον καὶ τὰ δεινὰ κατὰ δύναμιν ἐπικουφίζειν [33] [34] ἀξιοῦντες.