Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 103

[103] πέπηγε δ’ ὁ οὐρανὸς ἔκ τε τῆς ἀμερίστου φύσεως καὶ τῆς μεριστῆς· ἡ μὲν οὖν ἀμέριστος τὴν πρώτην καὶ ἀνωτάτω καὶ ἀπλανῆ περιφορὰν εἴληχεν, ἣν μονὰς ἐπισκοπεῖ, ἡ δὲ μεριστὴ τὴν καὶ δυνάμει καὶ τάξει δευτέραν, ἧς ἐπιτροπεύει ἑβδομάς, ἥτις ἑξαχῇ διανεμηθεῖσα τοὺς ἐπικαλουμένους ἑπτὰ πλάνητας εἰργάσατο·