Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 100

[100] ἆρ’ οὐ παγκάλη παραίνεσις καὶ πρὸς πᾶσαν ἀρετὴν ἱκανωτάτη προτρέψασθαι καὶ διαφερόντως εἰς εὐσέβειαν; „ἕπου" φησίν „αἰεὶ θεῷ· παράδειγμα προθεσμίας ἔστω σοι πράξεων ἓν ἑξαήμερον αὐταρκέστατον, ἐν ᾧ τὸν κόσμον ἐδημιούργει· παράδειγμα καὶ τοῦ δεῖν φιλοσοφεῖν ἡ ἑβδόμη, καθ’ ἣν ἐπιδεῖν λέγεται ἃ εἰργάσατο, ὅπως καὶ αὐτὸς ἐπιθεωρῇς τὰ φύσεως καὶ τὰ ἴδια ὅσα συντείνει πρὸς εὐδαιμονίαν".