[10] εἰς ἃ πρῶτον ἀπιδὼν ἔξω πόλεων ἐβουλήθη νομοθετεῖν. ἐνενόει δὲ κἀκεῖνο δεύτερον, ὅτι τοῦ μέλλοντος ἱεροὺς νόμους παραδέχεσθαι τὴν [3] [4] ψυχὴν ἀναγκαῖόν ἐστιν ἀπορρύψασθαι καὶ ἐκκαθήρασθαι τὰς [M.182] δυσεκπλύτους κηλῖδας, ἃς μιγάδων καὶ συγκλύδων ὄχλος ἀνθρώπων κατὰ πόλεις προσετρίψατο.