Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 84

[84] ἄνθρωπος γάρ, ὡς ἔφην, ἅμα μὲν τῇ γενέσει τὸ Αἰγύπτιον πάθος ἔλαχεν οἰκεῖν ἡδοναῖς καὶ ἀλγηδόσι προσερριζωμένος, αὖθις δ’ ἀποικίαν στέλλεται τὴν πρὸς κακίαν, ἤδη τοῦ λογισμοῦ πρὸς τὸ ὀξυωπέστερον ἐπιδεδωκότος καὶ καταλαμβάνοντος μὲν ἀμφότερα, ἀγαθόν τε αὖ καὶ κακόν, τὸ δὲ χεῖρον αἱρουμένου διὰ τὸ πολὺ μετέχειν τοῦ θνητοῦ, ᾧ τὸ κακὸν οἰκεῖον, ἐπεὶ καὶ τοὐναντίον τῷ θείῳ, τὸ ἀγαθόν.