Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 76

[76] ἀστῇ φέρων ἐδωρησάμην. ἐσπούδασα καὶ τρίτῃ συνελθεῖν — ἦν δὲ εὔρυθμος, εὐάρμοστος, ἐμμελής, μουσικὴ δὲ ἐκαλεῖτο — καὶ ἐγέννησα ἐξ αὐτῆς διατονικὰ χρώματα καὶ ἐναρμόνια, συνημμένα, διεζευγμένα μέλη, τῆς διὰ τεττάρων, τῆς διὰ πέντε, τῆς διὰ πασῶν συμφωνίας ἐχόμενα, καὶ πάλιν οὐδὲν αὐτῶν ἀπεκρυψάμην, ἵνα πλουσία μοι γένηται ἡ ἀστὴ γυνή, μυρίων οἰκετῶν ὑπηρετουμένη πλήθει.