Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 74

[74] μάρτυς δ’ ὁ πεπονθὼς γένοιτ’ ἂν ἀψευδέστατος. [M.530] ἐγὼ γοῦν ἡνίκα πρῶτον κέντροις φιλοσοφίας πρὸς τὸν πόθον αὐτῆς ἀνηρεθίσθην, ὡμίλησα κομιδῇ νέος ὢν μιᾷ τῶν θεραπαινίδων αὐτῆς, γραμματικῇ, καὶ ὅσα ἐγέννησα ἐκ ταύτης, τὸ γράφειν, τὸ ἀναγινώσκειν, τὴν ἱστορίαν τῶν [22] παρὰ ποιηταῖς, ἀνέθηκα τῇ δεσποίνῃ.