Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 63

[63] [cap.13] Ἡ μὲν δὴ λογισμοῦ φιλοθεάμονος πρὸς ἀστὰς καὶ παλλακίδας δυνάμεις σύνοδος, ὡς οἷόν τε ἦν, εἴρηται· τὸν δ’ εἱρμὸν τοῦ λόγου συνυφαντέον τἀκόλουθα διερευνῶντας. „ὑπήκουσε“ φησίν „Ἀβραὰμ τῆς φωνῆς Σάρρας“ (Gen. 16,2)· ἀναγκαῖον γὰρ τοῖς παραγγέλμασιν ἀρετῆς [19] [20] τὸν μανθάνοντα πειθαρχεῖν.