[46] τίς γὰρ ὄνησις εὐφώνου ἡσυχάζοντος ἢ μὴ αὐλοῦντος αὐλητοῦ ἢ κιθαριστοῦ μὴ κιθαρίζοντος ἢ συνόλως τεχνίτου τὰ κατὰ τὴν τέχνην μὴ ἐνεργοῦντος; ἡ γὰρ ἄνευ πράξεως θεωρία ψιλὴ πρὸς οὐδὲν ὄφελος τοῖς ἐπιστήμοσιν· οὐ γὰρ ὁ παγκρατιάζειν ἢ πυκτεύειν ἢ παλαίειν εἰδὼς ἐξαγκωνισθεὶς ἀπόναιτ’ ἂν ἀθλήσεως ἢ ὁ τὴν τοῦ τρέχειν ἐπιστήμην ἐκμαθών, εἰ ποδαγρικῷ χρήσαιτο πάθει ἤ τινα ἄλλην περὶ τὰς βάσεις κῆρα ἀναδέξαιτο.