[42] τῆς δὲ παλλακίδος ταύτης, ἀναμνήσεως, υἱός ἐστι Μαχείρ, ὡς Ἑβραῖοι καλοῦσιν, ὡς δὲ Ἕλληνες, πατρός· νομίζουσι γὰρ οἱ ἀναμιμνῃσκόμενοι τὸν πατέρα νοῦν αἴτιον εἶναι τοῦ ὑπομνησθῆναι, καὶ οὐ λογίζονται, ὅτι ὁ αὐτὸς οὗτος ἐχώρησέ ποτε καὶ λήθην, οὐκ ἂν δεξάμενος αὐτήν, εἰ παρ’ αὐτὸν ἦν τὸ μεμνῆσθαι.