[4] τὰ [1] [2] μὲν οὖν ζῷα καὶ φυτὰ διαλείποντα τὸν πλείω χρόνον ἅπαξ ἢ δὶς τὸ πλεῖστον τοὺς οἰκείους δι’ ἐνιαυτοῦ φέρει καρπούς, καθ’ ὃν ἔταξεν ἀριθμὸν ἑκάστοις ἡ φύσις ἐναρμοζόμενον ταῖς ἐτησίοις ὥραις· ἀρετὴ δὲ οὐ διαλείπουσα ἀνελλιπῶς δὲ καὶ ἀδιαστάτως κατὰ τοὺς ἀμερεῖς χρόνους ἀεὶ γεννᾷ, βρέφη μὲν οὐδαμῶς, λόγους δὲ ἀστείους καὶ βουλὰς [M.520] ἀνεπιλήπτους καὶ ἐπαινετὰς πράξεις.