Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 38

[38] ἔχει γὰρ ἐν ἑτοίμῳ τέλεια τὰ τοῦ θεοῦ δῶρα χάρισι ταῖς πρεσβυτέραις ἐπιπνευσθέντα, βούλεται δὲ καὶ εὔχεται ταῦτα ἐπιμεῖναι. παρό μοι δοκεῖ καὶ ὁ εὐεργέτης, ἵνα διαιωνίζωσιν αἱ χάριτες αὐτοῦ τῷ λαβόντι, γυναῖκα τὴν ἐπιμονὴν ἐγγυῆσαι.