Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 35

[35] ὅτι καὶ ἡ διδακτικὴ ἀρετή, ἣν Ἀβραὰμ μέτεισι, πλειόνων δεῖται, γνησίων μὲν τῶν κατὰ φρόνησιν, νόθων δὲ τῶν κατὰ τὰ ἐγκύκλια προπαιδεύματα θεωρημάτων, καὶ ἡ δι’ ἀσκήσεως τελειουμένη, περὶ ἣν Ἰακὼβ ἐσπουδακέναι φαίνεται· διὰ πλειόνων γὰρ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων, ἡγουμένων ἑπομένων, προαπαντώντων ὑστεριζόντων, πόνους τοτὲ μὲν ἐλάττους τοτὲ δὲ μείζους ἐχόντων.