Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 23

[23] πάροικος γὰρ τῷ μὲν ἐνδιατρίβειν ἀστοῖς, τῷ δὲ μὴ κατοικεῖν ἀλλοδαποῖς ἰσοῦται· καθάπερ, [7] [8] οἶμαι, καὶ οἱ θετοὶ παῖδες, ᾗ μὲν κληρονομοῦσι τὰ τῶν θεμένων, τοῖς γνησίοις, ᾗ δ’ οὐ γεγέννηνται πρὸς αὐτῶν, τοῖς ὀθνείοις. ὃν δὴ λόγον ἔχει δέσποινα μὲν πρὸς θεραπαινίδα, γυνὴ δὲ ἀστὴ πρὸς παλλακήν, τοῦτον ἕξει τὸν λόγον ἀρετὴ Σάρρα πρὸς παιδείαν Ἄγαρ· ὥστ’ εἰκότως τοῦ θεωρίαν καὶ ἐπιστήμην ἐζηλωκότος, Ἀβραὰμ ὄνομα, γένοιτ’ ἂν ἡ μὲν ἀρετή, Σάρρα, γυνή, παλλακὴ δὲ Ἄγαρ, ἡ ἐγκύκλιος μουσικὴ πᾶσα.